Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 7.160.1 | Hdt. 7.162.1 (English) | >>Hdt. 7.163.2 |
7.161.2 ὅσον μέν νυν παντὸς τοῦ Ἑλλήνων στρατοῦ ἐδέεο ἡγέεσθαι , ἐξήρκεε ἡμῖν τοῖσι Ἀθηναίοισι ἡσυχίην ἄγειν , ἐπισταμένοισι ὡς ὁ Λάκων ἱκανός τοι ἔμελλε ἔσεσθαι καὶ ὑπὲρ ἀμφοτέρων ἀπολογεύμενος · ἐπείτε δὲ ἁπάσης ἀπελαυνόμενος δέεαι τῆς ναυτικῆς ἄρχειν , οὕτω ἔχει τοι · οὐδʼ ἢν ὁ Λάκων ἐπιῇ τοι ἄρχειν αὐτῆς , ἡμεῖς ἐπήσομεν · ἡμετέρη γὰρ ἐστὶ αὕτη γε , μὴ αὐτῶν βουλομένων Λακεδαιμονίων . τούτοισι μὲν ὦν ἡγέεσθαι βουλομένοισι οὐκ ἀντιτείνομεν , ἄλλῳ δὲ παρήσομεν οὐδενὶ ναυαρχέειν .
7.161.3 μάτην γὰρ ἂν ὧδε πάραλον Ἑλλήνων στρατὸν πλεῖστον εἴημεν ἐκτημένοι , εἰ Συρηκοσίοισι ἐόντες Ἀθηναῖοι συγχωρήσομεν τῆς ἡγεμονίης , ἀρχαιότατον μὲν ἔθνος παρεχόμενοι , μοῦνοι δὲ ἐόντες οὐ μετανάσται Ἑλλήνων · τῶν καὶ Ὅμηρος ὁ ἐποποιὸς ἄνδρα ἄριστον ἔφησε ἐς Ἴλιον ἀπικέσθαι τάξαι τε καὶ διακοσμῆσαι στρατόν . οὕτω οὐκ ὄνειδος οὐδὲν ἡμῖν ἐστι λέγειν ταῦτα .”
ch. 162
7.162.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 7.160.1 | Hdt. 7.162.1 (English) | >>Hdt. 7.163.2 |